Add parallel Print Page Options

14 τοῦτο ἤδη τρίτον ἐφανερώθη [a]ὁ Ἰησοῦς τοῖς [b]μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων [c]Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων [d]Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων [e]Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ [f]εἶπεν αὐτῷ· Κύριε, [g]πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [h]ὁ Ἰησοῦς· Βόσκε τὰ [i]πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [j]σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 RP ] – WH Treg NIV
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:15 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:16 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 εἶπεν WH Treg RP ] λέγει NIV
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πάντα σὺ WH Treg NIV ] σὺ πάντα RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 NIV RP ] – WH Treg
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πρόβατά WH NIV RP ] προβάτιά Treg
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18 σε ζώσει NIV RP ] ζώσει σε WH Treg